Add parallel Print Page Options

13 Ἄγε νῦν οἱ λέγοντες· Σήμερον [a]ἢ αὔριον [b]πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ [c]ποιήσομεν ἐκεῖ [d]ἐνιαυτὸν καὶ [e]ἐμπορευσόμεθα καὶ [f]κερδήσομεν· 14 οἵτινες οὐκ ἐπίστασθε [g]τὸ τῆς αὔριον [h]ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ [i]ἐστε [j]ἡ πρὸς ὀλίγον φαινομένη, [k]ἔπειτα καὶ ἀφανιζομένη· 15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος [l]θελήσῃ, καὶ [m]ζήσομεν καὶ [n]ποιήσομεν τοῦτο ἢ ἐκεῖνο. 16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 4:13 WH Treg NIV ] καὶ RP
  2. ΙΑΚΩΒΟΥ 4:13 πορευσόμεθα WH Treg NIV ] πορευσώμεθα RP
  3. ΙΑΚΩΒΟΥ 4:13 ποιήσομεν WH NIV ] ποιήσωμεν Treg RP
  4. ΙΑΚΩΒΟΥ 4:13 ἐνιαυτὸν WH Treg NIV ] + ἕνα RP
  5. ΙΑΚΩΒΟΥ 4:13 ἐμπορευσόμεθα WH Treg NIV ] ἐμπορευσώμεθα RP
  6. ΙΑΚΩΒΟΥ 4:13 κερδήσομεν WH Treg NIV ] κερδήσωμεν RP
  7. ΙΑΚΩΒΟΥ 4:14 τὸ Treg NIV RP ] – WH
  8. ΙΑΚΩΒΟΥ 4:14 ποία WH NIV ] + γὰρ Treg RP
  9. ΙΑΚΩΒΟΥ 4:14 ἐστε WH Treg NIV ] ἔσται RP
  10. ΙΑΚΩΒΟΥ 4:14 Treg NIV RP ] – WH
  11. ΙΑΚΩΒΟΥ 4:14 ἔπειτα WH Treg NIV ] + δὲ RP
  12. ΙΑΚΩΒΟΥ 4:15 θελήσῃ Treg NIV RP ] θέλῃ WH
  13. ΙΑΚΩΒΟΥ 4:15 ζήσομεν WH Treg NIV ] ζήσωμεν RP
  14. ΙΑΚΩΒΟΥ 4:15 ποιήσομεν WH Treg NIV ] ποιήσωμεν RP